Exodus 28

1καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων. τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ ἱερατεύειν μοι, ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ Καὶ Ιθαμαρ υἱοὺς ααρων 2καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν. 3καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως, καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον, ἐν ἱερατεύσει μοι. 4καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσιν· τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιησουσιν στολας αγιας ααρων και τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι. 5καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον. 6καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ· 7δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι· 8καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ἐστιν ἐπ' αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης. 9καὶ λήμψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ, 10ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11ἔργον λιθουργικῆς τέχνης, γλύμμα σφραγῖδος, διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασιν τῶν υἱῶν Ισραηλ. 12καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ· καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. 13καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ· 14καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. 15καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό. 16τετράγωνον ἔσται, διπλοῦν, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος. 17καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον. στίχος λίθων ἔσται σάρδιον, τοπάζιον καὶ σμάραγδος, στίχος εἷς· 18καὶ στίχος δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 19καὶ στίχος τρίτος λιγύριον, ἀχάτης καὶ ἀμέθυστος· 20καὶ στίχος τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ ἔστωσαν κατὰ στίχον αὐτῶν. 21καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα, ἔστωσαν εἰς δέκα δύο φυλάς. 22καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. 23
LXX: Exo.28:29 #A
και θησεις επι το λογειον της κρισεως τους κροσσους τα αλυσιδωτα επ αμφοτερων των κλιτων του λογειου επιθησεις και τας δυο ασπιδισκας επιθησεις επ αμφοτερους τους ωμους της επωμιδος κατα προσωπον
24 29καὶ λήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι τοῦ θεοῦ. 30καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου· καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός. 31καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. 32καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. 33καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ· 34παρὰ ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. 35καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ. 36καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος Ἁγίασμα κυρίου. 37καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης, καὶ ἔσται ἐπὶ τῆς μίτρας· κατὰ πρόσωπον τῆς μίτρας ἔσται. 38καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων, καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου ααρων διὰ παντός, δεκτὸν αὐτοῖς ἔναντι κυρίου. 39καὶ οἱ κόσυμβοι τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. 40καὶ τοῖς υἱοῖς Ααρων ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. 41καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ' αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσίν μοι. 42καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. 43καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσιν· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.
Copyright information for LXX